Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.67 Joseph. AJ 19.74 (English) >>Joseph. AJ 19.78

19.71καὶ γὰρ εἰς τὸ Καπετώλιον ἀνιόντα καὶ τὰς θυσίας ὑπὲρ τῆς θυγατρὸς ἐπιτελουμένας ὑπὸ τοῦ Γαΐου παρῆν πολλάκις καιρός, καὶ ὑπὲρ τῆς βασιλικῆς ἱστάμενον καὶ τῷ δήμῳ χρυσίου καὶ ἀργυρίου χρήματα διαρριπτοῦντα ὦσαι κατὰ κεφαλῆς, ὑψηλὸν δʼ ἐστὶ τὸ τέγος εἰς τὴν ἀγορὰν φέρον, ἐπί τε τῶν μυστηρίων ταῖς ποιήσεσιν συνίστατο· 19.72πάντων γὰρ αὐτὸν ἀπερίοπτον εἶναι προνοίᾳ τοῦ ἐν αὐτοῖς εὐπρεπῶς ἀναστραφησομένου καὶ ἀπογνώσει τοῦ ἐν ἐπιχειρήσει τινὶ γενέσθαι πιστεύοντα εἰ δὲ μηδὲν τίμιον ὡς τῶν θεῶν αὐτῷ δύναμιν τοῦ θανάτου παρατυγχάνειν, 19.73αὐτῷ δʼ ἂν ἰσχὺν ἐγγενέσθαι καὶ μὴ σιδηροφορουμένῳ διαχρήσασθαι τότε Γάιον. οὕτως εὐχῆς εἶχε τοὺς συνωμότας Χαιρέας δεδιὼς τοὺς καιροὺς μὴ διαρρυεῖεν. 19.74οἱ δὲ ἑώρων μὲν νομίμων τε χρῄζοντα καὶ ἐπʼ ἀγαθοῖς τοῖς αὐτῶν ἐπειγόμενον, οὐ μὴν ἀλλʼ ἠξίουν εἰς ὀλίγον γοῦν ὑπερβολῇ χρήσασθαι, μὴ καί πῃ σφάλματος τῇ ἐπιχειρήσει συνελθόντος ταράξαιεν τὴν πόλιν ζητήσεων τῶν συνεγνωκότων τὴν πρᾶξιν γινομένων καὶ τοῖς αὐτοῖς μελλήσουσιν ἐπιχειρεῖν ἄπορον τὴν ἀνδραγαθίαν φραξαμένου Γαΐου πρὸς αὐτοὺς μειζόνως. 19.75καλῶς οὖν ἔχειν θεωριῶν ἐν τῷ Παλατίῳ ἐπιτελουμένων ἅπτεσθαι τοῦ χρήματος· ἄγονται δὲ ἐπὶ τιμῇ τοῦ πρώτου μεταστησαμένου τὴν ἀρχὴν τοῦ δήμου Καίσαρος εἰς αὐτὸν μικρόν τε πρὸ τοῦ βασιλείου καλύβης πηκτοῦ γενομένης, καὶ Ῥωμαίων τε οἱ εὐπατρίδαι θεωροῦσιν ὁμοῦ παισὶν καὶ γυναιξὶν καὶ Καῖσαρ·


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.67 Joseph. AJ 19.74 (English) >>Joseph. AJ 19.78

Powered by PhiloLogic